42
Ψαλμὸς
τῷ Δαυΐδ.
ΚΡΙΝΟΝ με,
ὁ Θεός, καὶ δίκασον τὴν
δίκην μου ἐξ ἔθνους οὐχ
ὁσίου· ἀπὸ ἀνθρώπου
ἀδίκου καὶ δολίου
ῥῦσαί με. 2 ὅτι σὺ εἶ ὁ
Θεὸς κραταίωμά μου· ἱνατί
ἀπώσω με; καὶ ἱνατί
σκυθρωπάζων πορεύομαι ἐν τῷ
ἐκθλίβειν τὸν ἐχθρόν μου; 3
ἐξαπόστειλον τὸ φῶς σου καὶ
τὴν ἀλήθειάν σου· αὐτά
με ὡδήγησαν καὶ ἤγαγόν με
εἰς ὄρος ἅγιόν σου καὶ
εἰς τὰ σκηνώματά σου. 4 καὶ
εἰσελεύσομαι πρὸς τὸ
θυσιαστήριον τοῦ Θεοῦ, πρὸς
τὸν Θεὸν τὸν εὐφραίνοντα
τὴν νεότητά μου·
ἐξομολογήσομαί σοι ἐν
κιθάρᾳ, ὁ Θεός, ὁ Θεός μου.
5 ἱνατί περίλυπος εἶ, ἡ
ψυχή μου; καὶ ἱνατί
συνταράσσεις με; ἔλπισον ἐπὶ
τὸν Θεόν, ὅτι
ἐξομολογήσομαι αὐτῷ·
σωτήριον τοῦ προσώπου μου καὶ
ὁ Θεός μου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου